Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως.
Στῦλος γέγονας, Ὀρθοδοξίας, θείοις δόγμασιν, ὑποστηρίζων, τὴν Ἐκκλησίαν, Ἱεράρχα Ἀθανάσιε· τῷ γὰρ Πατρὶ τὸν Υἱὸν ὁμοούσιον, ἀνακηρύξας κατῄσχυνας Ἄρειον. Πάτερ Ὅσιε, Χριστὸν τὸν θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.